Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.216 Joseph. AJ 15.221 (English) >>Joseph. AJ 15.226

15.219 δὲ τὰ μὲν ἄλλα σώφρων καὶ πιστὴ πρὸς αὐτὸν ἦν, εἶχεν δέ τι καὶ γυναικεῖον ὁμοῦ καὶ χαλεπὸν ἐκ φύσεως, ἱκανῶς μὲν ἐντρυφῶσα δεδουλωμένῳ διὰ τὴν ἐπιθυμίαν καὶ τὸ βασιλεύεσθαι καὶ κρατεῖν ἄλλον αὐτῆς οὐ συγκαταλογιζομένη τῷ καιρῷ πολλάκις μὲν ὑβριστικῶς αὐτῷ προσηνέχθη καὶ τοῦτʼ ἐκεῖνος ἐξειρωνευόμενος ἔφερεν ἐγκρατῶς καὶ μειζόνως, 15.220ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστʼ ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας. 15.221 τε ὑποψία τρεφομένη παρέτεινεν ἐνιαυτοῦ μῆκος ἐξ οὗ παρὰ Καίσαρος Ἡρώδης ὑπεστρόφει. τέλεον μέντοι προοικονομούμενον ἐκ πλείονος ἐξερράγη τοιαύτης ἀφορμῆς ἐγγενομένης· 15.222κατακλινόμενος βασιλεὺς ὡς ἀναπαύσασθαι μεσημβρίας οὔσης ἐκάλει τὴν Μαριάμμην ὑπὸ φιλοστοργίας, ἧς ἀεὶ περὶ αὐτὴν εἶχεν. δὲ εἰσῆλθεν μέν, οὐ μὴν καὶ κατεκλίθη σπουδάζοντος ἐκφαυλίσασα καὶ προσλοιδορηθεῖσα, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν αὐτῆς ὡς ἀπεκτόνοι. 15.223χαλεπῶς δʼ ἐκείνου τὴν ὕβριν ἐνηνοχότος καὶ γεγονότος εἰς προπέτειαν ἑτοίμου, τῆς ταραχῆς αἰσθομένη μείζονος τοῦ βασιλέως ἀδελφὴ Σαλώμη παρεσκευασμένον ἐκ πλείστου τὸν οἰνοχόον εἰσπέμπει κελεύουσα λέγειν, ὡς πείθοι Μαριάμμη φίλτρον αὐτῇ συγκατασκευάσαι τῷ βασιλεῖ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.216 Joseph. AJ 15.221 (English) >>Joseph. AJ 15.226

Powered by PhiloLogic